Add parallel Print Page Options

Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος· τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς, ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ· ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ [a]ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.

Νεκρώσατε οὖν τὰ [b]μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ [c]ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας·

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:4 ὑμῶν Treg NIV ] ἡμῶν WH RP
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:5 μέλη WH Treg NA ] + ὑμῶν NIV RP
  3. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:6 ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας RP NA ] – WH Treg NIV